Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.36 Dem. 19.39 (English) >>Dem. 19.41

19.37ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλʼ οὐδὲ μικρόν. καὶ τοῦτʼ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλʼ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατʼ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν καί φησιν αὐτὸς αἴτιος γεγενῆσθαι, ὃν οὐκ ἐμέλλεθʼ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι· 19.38 δʼ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδʼ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων. λέγε δʼ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δʼ ἐκεῖνος· καὶ σκοπεῖθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθʼ ἐγώ. λέγε.Ἐπιστολή

19.39ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, τῆς ἐπιστολῆς, ὡς καλὴ καὶ φιλάνθρωπος. περὶ δὲ Φωκέων Θηβαίων τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ. ταύτης τοίνυν οὐδʼ ὁτιοῦν ἐσθʼ ὑγιές. καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμεῖς ὄψεσθε. οἱ μὲν γὰρ Ἁλεῖς, οὓς ἵνα συνδιαλλάττωσι κατασχεῖν φησι τούτους, τοιαύτης τετυχήκασι διαλλαγῆς ὥστʼ ἐξελήλανται καὶ ἀνάστατος πόλις αὐτῶν γέγονε· τοὺς δʼ αἰχμαλώτους σκοπῶν τί ἂν ὑμῖν χαρίσαιτο οὐδένʼ ἐνθυμηθῆναί φησι λύσασθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.36 Dem. 19.39 (English) >>Dem. 19.41

Powered by PhiloLogic